Ιεζεκιήλ 12 - Prayer Tents



Share: Select All button

Previous ChapterNext ChapterReduce Font SizeIncrease Font Size
Ιεζεκιήλ 12
Septuagint (Koine Greek - OT only) Help

Ezekiel 12

12καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνH1697H3068H559 2υἱὲ ἀνθρώπου ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν διότι οἶκος παραπικραίνων ἐστίνH1121H120H3427H8432H4805H1004H5869H7200H7200H241H8085H8085H4805H1004 3καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν ὅπως ἴδωσιν διότι οἶκος παραπικραίνων ἐστίνH1121H120H6213H3627H1473H1540H3119H5869H1540H4725H312H4725H5869H7200H4805H1004 4καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ᾽ ὀφθαλμοὺς αὐτῶν καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτοςH3318H3627H3119H5869H3627H1473H3318H6153H5869H4161H1473 5ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δι᾽ αὐτοῦH2864H7023H5869H3318 6ἐνώπιον αὐτῶν ἐπ᾽ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν διότι τέρας δέδωκά σε τῷ οἴκῳ ΙσραηλH5869H5375H3802H3318H5939H3680H6440H7200H776H5414H4159H1004H3478 7καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον ἐπ᾽ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶνH6213H6680H3318H3627H3119H3627H1473H6153H2864H7023H3027H3318H5939H5375H3802H5869 8καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωὶ λέγωνH1242H1697H3068H559 9υἱὲ ἀνθρώπου οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ισραηλ οἶκος ὁ παραπικραίνων τί σὺ ποιεῖςH1121H120H1004H3478H4805H1004H559H6213 10εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος κύριος ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ οἵ εἰσιν ἐν μέσῳ αὐτῶνH559H559H136H3069H4853H5387H3389H1004H3478H8432 11εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτοῖς ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονταιH559H4159H6213H6213H1473H3212H7628 12καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ᾽ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι᾽ αὐτοῦ τὸ πρόσωπον αὐτοῦ συγκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεταιH5387H8432H5375H3802H5939H3318H2864H7023H3318H3680H6440H3282H7200H776H5869 13καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ᾽ αὐτόν καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσειH7568H6566H8610H4686H935H894H776H3778H7200H4191 14καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶνH2219H7307H5439H5828H102H7324H2719H310 15καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραιςH3045H3068H6327H1471H2219H776 16καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ καὶ γνώσονται ὅτι ἐγὼ κύριοςH3498H4557H582H2719H7458H1698H5608H8441H1471H935H3045H3068 17καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνH1697H3068H559 18υἱὲ ἀνθρώπου τὸν ἄρτον σου μετ᾽ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαιH1121H120H398H3899H7494H8354H4325H7269H1674 19καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ τοὺς ἄρτους αὐτῶν μετ᾽ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇH559H5971H127H559H136H3069H3427H3389H776H3478H398H3899H1674H8354H4325H8078H776H3456H4393H2555H3427 20καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριοςH5892H3427H2717H776H8077H3045H3068 21καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνH1697H3068H559 22υἱὲ ἀνθρώπου τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγοντες μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασιςH1121H120H4912H127H3478H559H3117H748H2377H6 23διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεωςH559H559H136H3069H4912H7673H4911H3478H1696H3117H7126H1697H2377 24ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν ΙσραηλH7723H2377H2509H4738H8432H1004H3478 25διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων λαλήσω λόγον καὶ ποιήσω λέγει κύριοςH3068H1696H1697H1696H6213H4900H3117H4805H1004H1696H1697H6213H5002H136H3069 26καὶ ἐγένετο λόγος κυρίου πρός με λέγωνH1697H3068H559 27υἱὲ ἀνθρώπου ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύειH1121H120H1004H3478H559H2377H2372H7227H3117H5012H6256H7350 28διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριοςH559H559H136H3069H1697H4900H1697H1696H6213H5002H136H3069


Old Testament
  • 25. Lamentations (5)
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 29. Joel (3)
  • 1
  • 2
  • 3
  • 31. Obadiah (1)
  • 1
  • 34. Nahum (3)
  • 1
  • 2
  • 3
  • 35. Habakkuk (3)
  • 1
  • 2
  • 3
  • 36. Zephaniah (3)
  • 1
  • 2
  • 3
  • 37. Haggai (2)
  • 1
  • 2

New Testament
  • 50. Philippians (4)
  • 1
  • 2
  • 3
  • 4
  • 51. Colossians (4)
  • 1
  • 2
  • 3
  • 4
  • 52. 1 Thessalonians (5)
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 53. 2 Thessalonians (3)
  • 1
  • 2
  • 3
  • 55. 2 Timothy (4)
  • 1
  • 2
  • 3
  • 4
  • 56. Titus (3)
  • 1
  • 2
  • 3
  • 57. Philemon (1)
  • 1
  • 61. 2 Peter (3)
  • 1
  • 2
  • 3
  • 63. 2 John (1)
  • 1
  • 64. 3 John (1)
  • 1
  • 65. Jude (1)
  • 1
Please login to see history of your searches
Table of Contents
Hide Subtitles
Hide Footnotes
Spacing: 0 1 2 3
Verse Numbers Toggle
Info Language ArrowFull Screen ButtonReturn to top
Prayer Tents is a Christian mission organization that serves Christians around the world and their local bodies to make disciples ("evangelize") more effectively in their communities. Prayer Tents provides resources to enable Christians to form discipleship-focused small groups and make their gatherings known so that other "interested" people may participate and experience Christ in their midst. Our Vision is to make disciples in all nations through the local churches so that anyone seeking God can come to know Him through relationships with other Christians near them.

© Prayer Tents 2025.
Prayer Tents Facebook iconPrayer Tents Twitter iconPrayer Tents Youtube iconPrayer Tents Linkedin icon